Εὐχὴ καὶ Ὕμνος
Εὐχὴ
Eλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, ἑκάστην ἡμέραν καὶ ὥραν σε παροργίζοντα τῇ τῶν τεπτῶν ἐντολῶν σου παραβάσει· καὶ διὰ τὴν ἀμέλειάν με καὶ τὴν ὀκνηρίαν μου καὶ διὰ τὴν ἀθέτησιν τῆς καρδίας μου καὶ μὴ ἐάσῃς με ταῖς πονηραῖς μου πράξεσι συναποθανεῖν μηδὲ τῷ ἀρχεκάκῳ καὶ φθονερῷ λυμεῶνι ἐπίχαρμα γενεσθαι.
Ἀλλὰ χρῆσαι ἱκετεύω τῇ ἀσυγκρίτῳ σου χρηστότητα ἐπὶ τὸν ἄθλιον ἐμέ, καὶ πάντα τὰ διὰ πάσης μου τῆς ζωῆς καὶ μέχρι τῆς παρούσης ὥρας πλημμεληθέντα μοι, ἐν πράξεσιν ἢ ἐν ῥήμασιν ἢ ἐν νοήμασιν, ἢ ἐν διαθέτεσιν, ἄνες, ἄφες, συγχώρησον· εἴτε οὖν ἡδονῇ δελεασθεὶς πολυτρόπωςβημαρτικα, εἴτε κοσμικαῖς ἐπιθυμίαις ταῖς πάνυ βλαβεραῖς ἐξαπατηθεὶς ἐνδιέτριψα, εἴτε ὀργῇ κινηθεὶς καὶ θυμῷ ἀλόγῳ τινὰ τῶν ἀδελφῶν μου λελύτηκα, εἴτε διὰ τῆς γλώττης μου ποικίλαις καὶ ἰσχυραῖς ἑάλων παγίσιν· εἴτε διά τινος τῶν αἰσθήσεών μου ἢ καὶ διὰ πασῶν, ἑκὼν ἢ ἄκων, εἰδὼς ἢ ἀγνοῶν, ἐκ συναρπαγῆς ἢ μελέτης ἀφρόνως ὠλίσθησα, εἴτε πονηροῖς διαλογισμοῖς καὶ ματαίοις τὸ συνειδὸς κατεμόλυνα, εἴτε τινὶ τρόπῳ ἐξήμαρτον ὑπὸ προλήψεων καὶ συνηθείας τυραννούσης με φαύλης, σύγγνωθι καὶ ἄφες μοι ἅπαντα ὑπεράγαθε καὶ πανοικτίρμον Κύριε, καὶ
ἀξίωσόν με τὸ ἑξῆς τοῦ βίου μου ἐν μετανοίᾳ διανύσαι καὶ κατανύξει διηνεκεῖ, ἐν τηρήσει τῶν ἁγίων σου προσταγμάτων.
Χάρισαί μοι ἀπὸ τοῦ νῦν προθυμίαν καὶ ἰσχὺν εἰς τὸ ποιεῖν τὸ θέλημά σου τὸ ἀγαθὸν καὶ τέλειον, ἵνα τῆς ζοφερᾶς καὶ φθοροποιοῦ κακίας διὰ φωταυγοῦς καὶ ζωηφόρου μετανοίας ἀπαλλαγείς, κεκαθαρμένος ὀφθῶ τῇ φιλανθρωπίᾳ σου ὁ ἀνάξιος, καὶ ἀκαταγνώστως ἀνυμνῶ διὰ παντὸς καὶ μεγαλύνω τὴν βασιλείαν σου· πάντοτε, νῦν καὶἀ εὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
https://apantaortodoxias.blogspot.com/2022/08/e.html