De compunctione
 
Περὶ κατανύξεως
 
ΑΓΙΟΥ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ
 
Δοτὴρ πάντων ἀγαθῶν καὶ πηγὴ ἰαμάτων καὶ θησαυρὸς οἰκτιρμῶν σὺ εἶ μόνος ὁ Θεός, ὁ ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ δωρούμενος ἀεὶ ἀγαθὰ τοῖς αἰτοῦσιν. Ἐπειδὴ κἀγὼ αὐτὸς πεπείραμαι συνεχῶς ἀμέτρων ἰαμάτων καὶ δωρεῶν ἀγαθῶν τῶν ἐμοὶ δωρουμένων ἡμέραν καθ’ ἡμέραν, χάριν τούτων ἀδεῶς ἱκετεύω σε, Χριστέ, Θεὸν ἀνεξίκακον, ἵνα ἔλθῃ ἐπ’ ἐμὲ συνήθως ἡ χάρις σου, ὅπως ἐπισυνάξῃ τὴν ἐμὴν διάνοιαν, καὶ ἰάσηται πάλιν τὰ κρυπτά μου τραύματα. Ἰδοὺ γὰρ <οἱ> περισπασμοί τε καὶ οἱ μετεωρισμοὶ ἀνανεοῦσιν ἀεὶ τὰ ἄδηλα τραύματα. Αὐτὸς δέ, μακρόθυμε, ἰώμενος πάντοτε χάριτι καὶ οἰκτιρμοῖς, ἴασαι ὡς εὔσπλαγχνος τὰς πυκνὰς ἀσθενείας ἐμοῦ τοῦ ἁμαρτωλοῦ. Ἐγὼ δὲ μισθώματα ἀντὶ τῶν ἰαμάτων οὐκ ἴσχυσα παντελῶς ἀποδοῦναι, Δέσποτα· τὰ γὰρ σὰ ἰάματα τιμὴν πόθεν ἔχουσιν; Οὔτε γὰρ οὐρανός, οὐδὲ γῆ δύναται ἀποδοῦναι ἀξίας τὰς ἀμοιβὰς ἀντὶ σῶν ἰαμάτων|εἰσὶ δὲ ἰάματα τῆς σῆς ἀγαθωσύνης, οἱ πολλοί σου οἰκτιρμοί|ἐπειδὴ οὐ δύναται πραθῆναι ἰάματα οὐράνια καὶ ἅγια, τιμὴν γὰρ οὐκ ἔχουσι. Διὰ δὲ τῶν δακρύων παρέχεις αὐτά, Σωτήρ, καὶ διὰ κλαυθμοῦ πικροῦ χαρίζεις αὐτὰ πᾶσι. Τίς ἄρα μὴ θαυμάσει; Τίς ἄρα μὴ ἐκπλαγῇ; Καὶ τίς μὴ εὐλογήσει τὴν πολλὴν εὐσπλαγχνίαν τῆς σῆς ἀγαθωσύνης, Σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὅτι εὐδοκεῖς λαβεῖν δάκρυα ἀντὶ μισθοῦ, ἀντὶ σῶν ἰαμάτων;
Ὦ δύναμις δακρύων, ἕως τίνος ἔφθασας; Εἰς αὐτὸν τὸν οὐρανὸν ἐν παρρησίᾳ πολλῇ εἰσέρχῃ ἀκωλύτως. Ὦ δύναμις δακρύων, ὅτι τάξεις Ἀγγέλων σὺν πάσαις δυνάμεσιν ἀγάλλονται πάντοτε εἰς τὴν σὴν παρρησίαν. Ὦ δύναμις δακρύων, πῶς ἰσχύεις, ἐὰν θέλῃς, ἔμπροσθεν τοῦ ἁγίου καὶ τοῦ ὑψηλοῦ θρόνου τοῦ ἀχράντου Δεσπότου παρίστασθαι ἐν χαρᾷ; Ὦ δύναμις δακρύων, πῶς ἐν ῥιπῇ ὀφθαλμοῦ ἀνάγῃ εἰς οὐρανὸν ἱπταμένη, καὶ τὰ σὰ αἰτήματα λαμβάνεις παρὰ Θεοῦ; Συναντᾷ σοι γὰρ ἱλαρῶς βαστάζων συγχώρησιν.

Δώρησαι οὖν, Δέσποτα, ἐμοὶ τῷ ἀναξίῳ δάκρυα καθ’ ἑκάστην, καὶ ἰσχύν, ἵνα πηγὰς δακρύων μετὰ τῆς γλυκύτητος βρύσουσα διαπαντὸς φωτισθῇ μου ἡ καρδία ἐν προσευχῇ καθαρᾷ, ὅπως ἂν ἐξαλειφθῇ τὸ μέγα γραμματεῖον ἐν δάκρυσιν ὀλίγοις, καὶ κατασβεσθῇ ἐκεῖ δι’ ὀλίγου κλαυθμοῦ τὸ πῦρ τὸ καιόμενον. Εἰ γὰρ ἐνταῦθα κλαύσω, ἐκεῖσε ῥυσθήσομαι τοῦ πυρὸς τοῦ ἀσβέστου. Ὅτι γὰρ καθ’ ἑκάστην παροξύνω, Δέσποτα, τὴν σὴν μακροθυμίαν, πρὸ ὀφθαλμῶν μου ἔχω τὴν ἐμὴν πικρότητα καὶ τὴν σὴν εὐσπλαγχνίαν. Νικᾷ δὲ ἡ χρηστότης τῆς σῆς μακροθυμίας τὴν ἐμὴν πικρότητα. Καὶ γὰρ τὰ πετεινὰ ἐν πολλῇ εὐσπλαγχνίᾳ τρέφουσι τὰ ἔκγονα, καὶ ἀθετούμενα δὲ ἐξ ἰδίων ἐκγόνων οὐκ ἀμελοῦσί ποτε τοῦ ὑπεριδεῖν αὐτά, διότι νενίκηνται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ τὰ πετεινὰ οὕτως ἐστὶν εὔσπλαγχνα, πόσῳ μᾶλλον, Δέσποτα, νικᾶται ἡ χάρις σου τοῖς ἰδίοις οἰκτιρμοῖς, ἐλεῆσαι ἅπαντας τοὺς ἐπιποθοῦντάς σε; Ὁμοίως δὲ καὶ ἡ μήτηρ ἀτιμαζομένη ἐκ τοῦ παιδίου αὐτῆς οὐ φέρει τῇ καρδίᾳ τὸ ὑπεριδεῖν αὐτό, διότι νενίκηται ἐκ τῶν ἰδίων σπλάγχνων. Εἰ δὲ καὶ ἡ τιθηνὸς νενίκηται τοῖς σπλάγχνοις, πόσῳ μᾶλλον ἡ χάρις τῆς σῆς φιλανθρωπίας, Δέσποτα φιλόψυχε, καθ’ ἑκάστην νικᾶται ἐξ ἰδίων οἰκτιρμῶν σῶσαι καὶ ἐλεῆσαι τοὺς ποθοῦντάς σε ἀεί;
Ἐπεὶ οὖν συνέχομαι ἐκ τοῦ βιαροῦ Ἐχθροῦ τοῦ θλίβοντός με ἀεί, βοήσω ἐν δάκρυσιν ἐν νυκτὶ καὶ ἡμέρᾳ πρὸς τὴν σὴν εὐσπλαγχνίαν, ὅπως λυτρώσῃ με ἐκ τῶν αὐτοῦ πολέμων. Τίς γὰρ καὶ δυνήσεται βαστάσαι τοῦ Πονηροῦ τὰ ἐπιτηδεύματα, ἐὰν ἀποστῇ ῥοπὴν ἡ χάρις σου, Δέσποτα; Ὥραν γὰρ καθ’ ὥραν λόγοις τε καὶ πράξεσιν ἐκθλίβει μου τὴν ψυχήν. Ἡ δύναμίς σου, Χριστέ, ἡ ἐπιτιμήσασα κύμασι θαλαττίοις, ἐπιτιμήσῃ αὐτῷ, ὅπως ἂν καταργηθῇ ἀπ’ ἐμοῦ τοῦ δούλου σου· διότι καθ’ ἑκάστην ἀνανεοῖ ἐπ’ ἐμὲ μηχανήματα αὐτοῦ· σπεύδει γὰρ δεσποτεῦσαι τῆς ἐμῆς διανοίας ἀπὸ τῆς γλυκύτητος καὶ τῆς καλῆς μελέτης τῶν θείων σου ἐντολῶν. Κατάπεμψον, Δέσποτα, τὴν χάριν σου ἐν τάχει, ἵνα ἀποδιώξῃ ἀπὸ τοῦ οἰκέτου σου τὸν Δράκοντα τὸν μέγαν σὺν πᾶσι τοῖς λογισμοῖς τοῖς αἰσχροῖς καὶ πονηροῖς. Ἡ παραβολὴ ἡ σὴ πείσει σε, ὦ Δέσποτα· εἴρηκας γὰρ ἐν πόλει εἶναί τινα δικαστήν, Θεὸν μὴ φοβούμενον, μηδὲ πάλιν ἄνθρωπον ὅλως ἐντρεπόμενον· ἐν αὐτῇ δὲ τῇ πόλει χήραν εἶναι πενιχρὰν προσευχομένην αὐτῷ καθ’ ἑκάστην καὶ λέγουσαν, ἐκδίκησόν με λοιπὸν ἐκ τοῦ ἀντιδίκου μου· ἐπὶ χρόνον δὲ ἱκανὸν ὑπερεῖδεν ἀσπλάγχνως τὴν ἀεὶ τεθλιμμένην· ἀλλ’ ἴσχυσεν ἀνύσαι ἡ ὑπομονὴ τῆς χήρας καὶ αὐτὸν τὸν ἄσπλαγχνον καὶ ἀνελεήμονα εἰς εὐθεῖαν ἀγαγεῖν. Ἠδικημένη χήρα ἀσπλάγχνῳ καὶ ἀνόμῳ δικαστῇ προσέρχεται, ἵνα αὐτὴν τοῦ ἀντιδίκου αὐτῆς ἐκδικήσῃ· ἐγὼ δὲ προσέρχομαι Δεσπότῃ μου εὐσπλάγχνῳ, μακροθύμῳ καὶ ἀγαθῷ, ἔχοντι ἐξουσίαν ἐπὶ γῆς καὶ οὐρανοῦ ἐπακούειν ἐν τάχει.
Στόμα θεῖον ἅγιον, ἀψευδὴς γὰρ τυγχάνεις Θεὸς εὐλογημένος, καθὼς εἴρηκας, Σωτήρ, καὶ ποίησον ἐν τάχει τὴν ἐκδίκησιν πάντων τῶν εἰς σὲ ἐλπιζόντων ἐν νυκτὶ καὶ ἡμέρᾳ. Δέσποτα, μὴ χρονίσῃς εἰς ἐμὴν ἐκδίκησιν. Ἐξελοῦ με ἐκ τοῦ Ἐχθροῦ, καὶ πρὸς σὲ εὐόδωσον, ὅπως Ἐχθρὸν νικήσας διὰ τῆς σῆς χάριτος, σὲ μόνον εὐλογήσω καὶ σὲ μόνον δοξάσω, εὔσπλαγχνε, μακρόθυμε, τὸν θέλοντα σωθῆναι ἅπαντας τοὺς ἀνθρώπους. Ἐπειδὴ ἐξέλιπεν ὁ χρόνος τῆς ζωῆς μου ἐν τῇ ματαιότητι καὶ ἐν λογισμοῖς αἰσχροῖς, δώρησαί μοι φάρμακον, ἵνα πλήρης ἰαθῶ τῶν κρυπτῶν μου τραυμάτων, καὶ ἐνδυνάμωσόν με, ὅπως κἂν μίαν ὥραν προθύμως ἐρείσωμαι ἐν τῷ σῷ ἀμπελῶνι. Ἐν ὥρᾳ ἑνδεκάτῃ ἐστὶν ὁ χρόνος βίου μου τοῦ ματαίου. Κυβέρνησον τὸ σκάφος τῆς ἐμῆς πραγματείας διὰ τῶν σῶν ἐντολῶν, καὶ δώρησαι σύνεσιν τῷ εὐτελεῖ ἐμπόρῳ, ἵνα ἐμπορεύσωμαι τὴν αὑτοῦ πραγματείαν, ἕως οὗ καιρὸν ἔχω· καὶ γὰρ τοῦ σκάφους ὁ πλοῦς ἔφθασεν εἰς τέλος· μέγας χειμὼν ἔφθασε, καὶ ὁ καιρὸς καλεῖ ἐμὲ τὸν μετέωρον· δεῦρο, δεῖξον, ὀκνηρέ, πᾶσαν τὴν ἐμπορίαν τοῦ χρόνου τῆς ζωῆς σου· καὶ ὤρα τοῦ θανάτου φοβεῖ με τὸν ἄθλιον. Βλέπω γὰρ τὰ ἔργα μου, καὶ τρέμει μου ἡ ψυχή· καὶ ὁρῶ ἀμέλειαν τῆς ἐμῆς ὀκνηρίας, καὶ φρίσσει μου τὰ ὀστᾶ· ὥρα γὰρ τοῦ χωρισμοῦ ἦλθέ μοι πρὸ ὀφθαλμῶν, καὶ σφόδρα ἐφοβήθην κατανοήσας αὐτήν. Ἀντὶ τοῦ χαρῆναί με, ἰδού, μᾶλλον ἐφοβήθην, μὴ ποιήσας ἄξια ἔργα μου πρὸς σὴν χάριν. Φόβος γάρ ἐστι μέγας ἐν καιρῷ τοῦ θανάτου πᾶσι τοῖς ἁμαρτωλοῖς τοῖς ἐμοὶ ἐοικόσι· καὶ πάλιν χαρά ἐστιν ἡ ὥρα τοῦ χωρισμοῦ ἅπασι τοῖς ἁγίοις, καὶ πᾶσι τοῖς δικαίοις, καὶ πᾶσι τοῖς ἀσκηταῖς. Πάλιν δέ ἐστι λύπη ἡ ὥρα τοῦ χωρισμοῦ ἀπροθύμοις καὶ χαύνοις, ὅταν ἀναμιμνῄσκωνται τὴν αὑτῶν ἀμέλειαν καὶ τὴν ἀπροθυμίαν τοῦ παρελθόντος χρόνου τῆς ζωῆς αὐτῶν. Καὶ δεινῶς βασανίζει μεταμέλεια τότε τὴν καρδίαν ἀνθρώπου ἀμελήσαντος ὧδε τῆς αὑτοῦ σωτηρίας. Ὑπὲρ αὐτὸν τὸν φόβον τοῦ θανάτου καὶ χωρισμοῦ ἐστιν ὁ βασανισμὸς μεταμελείας αὐτοῦ. Πάλιν δὲ οἱ δίκαιοι, ἅγιοι καὶ ἀσκηταὶ ἀγάλλονται τῇ τοῦ θανάτου ὥρᾳ καὶ χω ρισμοῦ, ὁρῶντες πρὸ ὀφθαλμῶν τὸν κάματον μέγαν τῆς αὑτῶν ἀσκήσεως, ἀγρυπνιῶν καὶ εὐχῶν, νηστειῶν καὶ δακρύων, χαμευνῶν καὶ σάκκων. Σκιρτᾷ αὐτῶν ἡ ψυχή, ὅτι εἰς ἀνάπαυσιν προτρέπεται ἐξελθεῖν ἐξ ἰδίου σώματος. Φοβερά ἐστι πάλιν παρουσία θανάτου ἁμαρτωλοῖς καὶ χαύνοις, καὶ τοῖς μὴ σπουδάζουσι πολιτεύεσθαι ἁγνῶς ἐν βίῳ τῷ ματαίῳ. Καὶ λύπη σφοδροτάτη ἡ ὥρα τοῦ χωρισμοῦ ἀνθρώπῳ ἁμαρτωλῷ· οὐδὲ γὰρ συγχωρεῖται παντελῶς φθέγξασθαί τι, καὶ γὰρ ἀποτομίᾳ κέχρηται τὸ πρόσταγμα ἐν τῇ ὥρᾳ ἐκείνῃ.
Οἴμοι, οἴμοι, ὦ ψυχή, ἕνεκεν τίνος ἄρα ἀμελεῖς σου τῆς ζωῆς; Διατί μετεώρως διάγεις τὰς ἡμέρας τοῦ ὅλου σου χρόνου; Οὐκ οἶδας ὅτι ἄφνω γίνεται ἡ κλῆσίς σου; Καὶ τί ποιήσεις ἐκεῖ, ἐνταῦθα ἀμελοῦσα, ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ δικαστοῦ; Ποίαν ἀπολογίαν ἔχεις ἀποκριθῆναι; Πῶς κλέπτει σε ὁ Ἐχθρὸς οὐ συνιεῖς, ἄθλιε; Καὶ πῶς πάλιν συλᾶται τὸν οὐράνιον πλοῦτον ἡμέραν καθ’ ἡμέραν, ἀγνοεῖς, μετέωρε; Νῆψον, νῆψον, ὦ ψυχή, ἐν ὥρᾳ τοῦ πολέμου. Δεήθητι τοῦ Θεοῦ δάκρυσιν εὐχομένη. Βόησον πρὸς τὸν Θεὸν μετὰ πόνου καρδίας, καὶ εὐθὺς καταπέμπει εἰς τὴν σὴν βοήθειαν Ἄγγελον οἰκτίρμονα, καὶ ἐλευθερώσει σε ἐξ αὐτοῦ πολέμου καὶ συγχύσεως τοῦ Ἐχθροῦ. Σπούδασον μὴ ἐμπεσεῖν εἰς ὥραν τοῦ χωρισμοῦ ἐν λύπῃ καὶ στεναγμοῖς, καὶ κλαύσεις ἀνωφελῶς εἰς αἰῶνα αἰῶνος. Καὶ ἥξουσιν ἅπαντα εἰς τὴν σὴν διάνοιαν ἐν τῇ ὥρᾳ ἐκείνῃ, καὶ εἴπῃς ἐν ἑαυτῇ ὀδυρομένη δεινῶς, ἐγὼ ταῦτα καθ’ ὥραν ἅπαντα ἐμιμνῃσκόμην, καὶ προμαρτυρόμενος ἐμαυτῷ ἔλεγον, παρέλθω τὰς ἡμέρας, ἅς εἰμι ἐπὶ τῆς γῆς, ἵνα μὴ ἁμαρτήσω. Μηδὲ πάλιν ἐκπέσω τῶν ἐντολῶν τοῦ Θεοῦ, ἀλλὰ πράξω πάντοτε τὰ αὐτῷ εὐάρεστα ἐν πολλῇ προθυμίᾳ. Νῦν δὲ εὑρέθην κενός, καὶ μὴ ἔχων παντελῶς ἓν κατόρθωμα καλόν.
Ἐλθὲ εἰς ἑαυτήν, ψυχή· ἀγωνίσασα συνεχῶς φοβήθητι πάντοτε, πόθησόν σου τὸν Θεόν, καὶ θώπευσον αὐτὸν ἐν πράξεσιν ἀγαθαῖς ἵνα, ὅταν ἔλθῃ ἡ ὥρα τοῦ θανάτου καὶ χωρισμοῦ, εὕρῃ σε εὐπρόθυμον, μετὰ μεγάλης χαρᾶς προσδεχομένην αὐτόν. Ἐννόησον, ὦ ψυχή, εἰς τὸ σὸν πολίτευμα καὶ τὴν κλῆσιν τοῦ Θεοῦ. Ὥρα γὰρ τοῦ χωρισμοῦ οὐ λυπεῖ ἐλευθερωθέντα ἐκ πάντων τῶν γηίνων, ἀλλὰ λυπεῖ θάνατος τὸν μετέωρον ἄνδρα, λυπεῖ καὶ ἁμαρτωλόν, λυπεῖ ἀδιάφορον, λυπεῖ καὶ τὸν ὀκνηρόν, ὀκνήσαντα ποιῆσαι τὰ ἀρεστὰ τῷ Θεῷ, λυπεῖ πολυκτήμονα, δήσαντα ψυχὴν αὑτοῦ ἐν πράγμασι κοσμικοῖς, λυπεῖ καὶ τὸν πλούσιον, ὅτι χωρίζει αὐτὸν <ἐκ τοῦ πλούτου τοῦ αὐτοῦ, λυπεῖ τὸν βιωτικόν, ὅτι χωρίζει αὐτὸν τοῦ βίου ἀκουσίως, λυπεῖ καὶ τοὺς πατέρας, ὅτι χωρίζει αὐτοὺς τῶν τέκνων τῶν ποθεινῶν>, λυπεῖ καὶ τοὺς ἀδελφούς, ὅτι χωρίζει αὐτοὺς ἀπ’ ἀλλήλων ἐν κλαυθμῷ. Οὗτοι πάντες λυποῦνται ἐν τῇ ὥρᾳ τοῦ θανάτου, ἐπειδὴ καὶ δέδενται ἐν πράγμασι κοσμικοῖς. Σὺ δὲ ἕνεκεν τίνος στενάζεις καὶ λυπῇ, ὦ ψυχὴ ἐλευθέρα, κόσμου ἀπαλλαγεῖσα καὶ τῶν αὑτοῦ πραγμάτων; Οὕτω μένε πάντοτε, κληθεῖσα ἐλευθέρα, καὶ πορεύου εὐγενῶς εἰς τὴν ὁδὸν τοῦ Θεοῦ, ποιοῦσα εὐπροθύμως τὰ αὐτῷ εὐάρεστα. Ἂν πρόσκεισαι τῷ Θεῷ ἐξ ὅλης σου τῆς ψυχῆς, οὐ μὴ φοβηθῇς ποτε τὴν ὥραν τοῦ θανάτου, ἀλλὰ μᾶλλον θάνατος καὶ χωρισμὸς σώματος χαρά σοι γενήσεται.
Σῶσόν με, μακρόθυμε, σῶσόν με, Υἱὲ Θεοῦ, ἀναμάρτητε Χριστέ, καὶ δώρησαί μοι, Σωτήρ, τὴν μελέτην τῆς ζωῆς, ὅπως ἂν μὴ σχῶ ποτε ἐν τῇ ἐμῇ καρδίᾳ πλὴν ταύτης τῆς μελέτης, ἵνα σὰ θελήματα ἐπιτελῶ πάντοτε· τῆς χάριτος δὲ συνεργούσης ἐμοὶ τῷ ἁμαρτωλῷ, εὐπρόθυμος ἔσομαι, εὐύμνως πορεύσομαι ἐν τοῖς σοῖς προστάγμασιν, ἵνα πραγματεύσωμαι καλῶς ἐν ἀργυρίῳ, ὧ αὐτός μοι δέδωκας, Βασιλεῦ οὐράνιε, καὶ πραγματευσάμενος τὴν καλὴν πραγματείαν ἐν τῷ σῷ ἀγρῷ, Σωτήρ, ἐπαίνου ἐπιτύχω παρὰ σοῦ, ὧ Δέσποτα· καὶ εἴπω παρρησίᾳ μετὰ καθαρᾶς καρδίας, ὅταν ἔρχῃ, Κύριε, μακάριος τυγχάνω ὅτι ἦλθες, Δέσποτα. Ἔνδυσόν με ἔνδυμα ἄξιον εἰς τοὺς γάμους Νυμφίου ἀθανάτου, ὃ ἐκτησάμην ἐγὼ διὰ τῆς σῆς χάριτος. Ἅψω καὶ τὴν λαμπάδα, ἥν μοι ἐχαρίσατο ἡ χάρις ἡ σή, Χριστέ, καὶ ἡ μακροθυμία· ἐξέλθω μετὰ χαρᾶς εἰς τὴν σὴν ἀπάντησιν, δοξάζων καὶ εὐλογῶν Νυμφίον ἀθάνατον, ὅπως καταξιωθῶ συμμέτοχος γενέσθαι δικαίων καὶ ἁγίων, εὐαρεστησάντων σοι, εἰς τοὺς αἰῶνας. Ἀμήν.
 
 
https://wra9.blogspot.com/2022/03/blog-post_20.html