Λόγος πέμπτος· τίνα συντέλειαν αὐτῇ παρέχεται ἡ καθιέρωσις τοῦ ἱεροῦ θυσιαστηρίου.
1. Τῶν μὲν ἱερῶν μυστηρίων οὗτος ὁ λόγος, καὶ ταύτην ἡμῖν ἔχει πρὸς τὴν ἀληθῆ ζωὴν τὴν παρασκευήν. Ἐπεὶ δὲ τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν τὸ θυσιαστήριον πάσης ἐστὶν ἀρχὴ τελετῆς, ἄν τε δειπνεῖν ἄν τε χρῖσμα δέοι λαμβάνειν, καὶ μὴν καὶ ἱεράσασθαι καὶ τοῦ λουτροῦ τὰ τελεώτατα μετασχεῖν, εἰ τί καὶ αὐτὸ πρὸς τοῖς εἰρημένοις καὶ τὴν πηγνῦσαν αὐτὸ τελετήν, ὡς οἷοί τέ ἐσμεν, θεωρήσομεν, μὴ ἂν οἶμαι περίεργον μηδὲν ποιῆσαι μηδὲ παρέλκον. Τὸν λόγον μὲν οὖν τελεώτερον οὕτως ἂν εἴημεν ἀποδεδωκότες, ὡς ἂν περὶ τῆς τῶν μυστηρίων κρηπῖδος ἢ ῥίζης ἢ ὅ τι καὶ χρὴ καλέσαι διεξελθόντες.
2. Καὶ τοίνυν ἃ παρὰ τῶν τοῦ τελοῦντος χειρῶν γίνεται καὶ ἃ τὸ θυσιαστήριον καθίστησιν, ἑξῆς ἐκτεθέντων ἁπάντων, ἕκαστον ἔπειτα τίνος ἐστὶν αἴνιγμα καὶ ὅ τι φέρει σκοπῶμεν.
4. Τεθεῖσαν δὲ θερμοῖς ἀποκλυσάμενος ὕδασιν, οἷς ηὔξατο μὴ ῥύπου φαινομένου μόνον ἀλλὰ καὶ τῆς ἀπὸ τῶν δαιμόνων προστροπῆς καθάρσιον δύναμιν ἔχειν, εἶτα μυρίζει οἴνου τε χέων αὐτῇ τοῦ καλλίστου καὶ μύρου στακτοῦ ῥόδων οἶμαι πεποιημένου· μετὰ δὲ ταῦτα τὸ ἱερὸν μύρον ἐπάγει καὶ χρίει, τρίτον γράφων ἐπ’ αὐτῆς τὸν σταυρὸν καὶ τῷ Θεῷ τὸ προφητικὸν ᾄδων ᾆσμα τὸ πολυΰμνητον· εἶτα λευκῇ περικαλύψας ὀθόνῃ, πέπλοις τε τιμίοις ἐπικοσμεῖ καὶ τούτοις ὀθόνας ἄλλας ἐφαπλοῖ, τῷ θείῳ μύρῳ τὸν τῆς τραπέζης τρόπον ἀληλιμμένας, ἃς ἐπιβεβλημένας ἔσχατον τῇ τραπέζῃ δεῖ τοῖς πίναξιν ἀμέσως ὑποκεῖσθαι τοῖς ἱεροῖς.
5. Καὶ οὕτω ταῦτα τελέσας, λύει μὲν καὶ περιδύεται τὰς ὀθόνας, αὐτὸς δὲ τὴν ἱεραρχικὴν ἔχων στολήν, ἐπί τινα γείτονα τῶν ἱερῶν ἔξεισιν οἴκων. Ὅθεν ἁγίων μαρτύρων ὀστᾶ λαβὼν εἰς τοῦτ’ αὐτῷ παρεσκευασμένα καὶ θεὶς ἐπὶ θατέρου τῶν ἐπὶ τοῦ θυσιαστηρίου πινάκων, ἐν ᾧ τὸ φρικτὸν τίθησι δῶρον, καὶ καλύψας οἷς ἐκεῖνα καλύπτει, μάλα τε σεμνῶς ἀναιρεῖται καὶ κομίσας ἐπὶ τῆς κεφαλῆς ἐπὶ τὸν ἁγιαζόμενον πρόεισιν οἶκον, λαμπάσι καὶ ᾄσμασι καὶ θυώμασι καὶ μύροις τὴν πρόοδον πολλῶν κοσμούντων αὐτῷ.
6. Καὶ οὕτω χωρῶν, ἐπεὶ καταλάβοι τὸν νεὼν καὶ πρὸς αὐτῷ γένοιτο, ἵσταται μὲν πρὸ τῶν θυρῶν κεκλεισμένων, κελεύει δὲ τοῖς ἔνδον τὰς πύλας ἀνοίγειν «τῷ τῆς δόξης βασιλεῖ»· καὶ αὐτὰς τοῦ Δαβὶδ εἰπὼν τὰς φωνὰς καὶ παρὰ τῶν ἔνδον ἀκούσας ἃς ἐκεῖνος τοὺς ἀγγέλους λέγοντας ἀλλήλοις εἰσάγει τοῦ Σωτῆρος εἰς τὸν οὐρανὸν ἀνιόντος, τῶν θυρῶν ἀναπεταννυμένων, εἴσεισι τὸ ἱερὸν σκεῦος ἐκεῖνο συγκεκαλυμμένον ἐπὶ τῆς κεφαλῆς ἔχων.
7. Ἐπειδὰν δὲ εἴσω τοῦ θυσιαστηρίου καὶ πρὸς αὐτῇ γένηται τῇ τραπέζῃ, κατατίθεται μὲν ἐπ’ αὐτῆς καὶ ἀνακαλύπτει, τὸν δ’ ἐγκείμενον αὐτῷ πλοῦτον ἀναιρεῖται μὲν ἐκεῖθεν, ἐντίθησι δὲ θησαυρῷ τῷ μεγέθει τῶν ἐντιθεμένων συμμέτρῳ· καὶ μετὰ τοῦτο, τὸ μύρον αὐτοῖς τὸ παναγέστατον ἐπιχέας, ὑπὸ τὴν τράπεζαν ἀποτίθεται τὴν ἱεράν. Τούτων δὲ οὕτω κατεσκευασμένων, ὁ μὲν οἶκος προσευχῆς οἶκος, ἡ τράπεζα δὲ πρὸς τὴν θυσίαν ἔχει καὶ παρεσκεύασται καὶ θυσιαστήριόν ἐστιν ἀτεχνῶς.
8. Τὸν δὲ λόγον ἀνθ’ ὁτοῦ τούτων τελουμένων ἐκεῖνο γίνεται, καὶ τοῖς τῷ ἱερεῖ πεπραγμένοις τὸ τοιαῦτα δύνασθαι τὴν οἰκίαν καὶ τὴν τράπεζαν ἀπαντᾷ, λέγωμεν ἤδη, θεωροῦντες ἕκαστα.
9. Ἡ μὲν οὖν ἀναβολὴ καὶ τὸ οὕτως ἐσκευασμένον ἐπὶ τὴν τελετὴν ἀφῖχθαι τὸν ἱεράρχην, τοῦ κατὰ τὸν ἄνθρωπον θυσιαστηρίου γράφει τὸν τύπον· τὸ γὰρ πᾶσαν ἀπονιψάμενον πονηρίαν, καὶ ὑπὲρ χιόνα λευκανθέντα, Δαβὶδ εἶπε, συνελεῖν ἑαυτὸν καὶ συμπτύξαι καὶ πρὸς ἑαυτὸν νεῦσαι τὸν ἄνθρωπον, Θεὸν ἐνοικίζει καθαρῶς τῇ ψυχῇ, καὶ θυσιαστήριον ἐργάζεται τὴν καρδίαν.
10. Τούτων γὰρ σημεῖα, τοῦ μὲν τὸ λευκὴν εἶναι καὶ λάμπουσαν αὐτῷ τὴν ἀναβολήν, ἐκείνου δὲ τὸ πανταχόθεν πρὸς αὑτὸν ἐπεστράφθαι καὶ συνεπτύχθαι τῷ σώματι· καὶ οὕτω δι’ ὧν ἔξεστιν ἐν ἑαυτῷ πρὸ τοῦ τεμένους τὸ θυσιαστήριον δείξας, ἔπειτα τῷ τεμένει τὴν τελοῦσαν δίδωσι χεῖρα.
11. Μάλιστα μέν, ἐπεὶ καὶ τεχνῶν τοῖς προϊσταμένοις καὶ ὅλως ὁτιοῦν ἐργάζεσθαι δυναμένοις, πρὸ τῶν χειρῶν, ἐφ’ ἑαυτοῦ συνέστησε τὸ ἔργον ὁ λογισμός· καὶ ὁ μὲν ὃ συνεστήσατο κανόνα ταῖς χερσὶν ἔδωκεν, αἱ δὲ ἐπὶ τῆς ὕλης ἔδειξαν.
12. Καὶ μὴν καὶ ζωγράφους ἔστι μὲν πρὸς ἀρχέτυπα γράφειν, ἀπὸ τῶν πινάκων ποιουμένους τὴν τέχνην· ἔστι δὲ καὶ τῇ μνήμῃ τὰ τοιαῦτα χρωμένους καὶ πρὸς τὴν ψυχὴν ὁρῶντας παράδειγμα· καὶ οὐ ζωγράφοις τοῦτο μόνον, ἀλλ’ ἤδη καὶ ἀνδριαντοποιοῖς καὶ οἰκιῶν ἐργάταις καὶ δημιουργοῖς ἅπασι συμβαῖνον ἴδοι τις ἄν. Καὶ τὴν τοῦ τεχνίτου ψυχὴν ὀφθαλμοῖς ἰδεῖν εἴ τις ἦν μηχανή, αὐτὴν ἂν εἶδες τὴν οἰκίαν ἢ τὸν ἀνδριάντα ἢ τῶν ἔργων ὁτιοῦν τῆς ὕλης χωρίς.
13. Ἔπειτα παράδειγμα τοῦ θυσιαστηρίου τὸν ἱεράρχην οὐ τοῦτο ποιεῖ μόνον ὅτι τῶν τοιούτων αὐτὸς τεχνίτης, ἀλλ’ ὅτι ναὸς εἶναι Θεοῦ καὶ θυσιαστήριον ἀληθῶς μόνη τῶν ὁρωμένων ἡ τῶν ἀνθρώπων δύναται φύσις, ὡς τό γε χερσὶν ἀνθρώπων παγὲν εἰκόνα τούτου σώζει καὶ τύπον. Ὅθεν ἔδει τὸ πρᾶγμα πρὸ τῆς εἰκόνος ἐν τῷ σχήματι τούτῳ φανῆναι καὶ τἀληθὲς τοῖς τύποις ἡγήσασθαι.
14. Ὁ γὰρ εἰπών· «Ποῖον οἶκον οἰκοδομήσετέ μοι; Ἐνοικήσω, φησίν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω» σημάνοι δ’ ἄν, οἶμαι, κἀκεῖνο, ὡς τὸν βουλόμενον ἄλλοις ὄφελος εἶναι προσῆκε πρότερον ἑαυτῷ, καὶ τὸν ἀψύχοις δύναμιν ἐνθεῖναι τοσαύτην ἠξιωμένον ἑαυτῷ πρὸ ἐκείνων τὰ τοιαῦτα λυσιτελῆ καταστῆναι, καθάπερ καὶ τὸν ἐπίσκοπον Παῦλος ἠξίωσε πόλει καὶ δήμοις ἐσόμενον ἀγαθὸν ἀφ’ ἑστίας ἄρξασθαι, καὶ τὸν οἰκίσοντα καλῶς τὴν οἰκίαν, ἑαυτὸν κατὰ τὸν ὀρθὸν λόγον πρότερον ἀγαγεῖν.
15. Δεῖται δὲ τοῦ Θεοῦ πρὸς τὸ ἔργον· καὶ γὰρ ἀνῦσαι μὲν δύναιτ’ ἂν οὐδεὶς μὴ τοῦ Θεοῦ τυχών, οὐδὲ τῶν ἄλλων οὐδέν, μάλιστα δὲ τῶν μυστηρίων ἐν οἷς τὸ πᾶν ἐκείνου καθαρῶς ἔργον.
16. Ἐπεὶ δὲ ὁ κοινὸς δεσπότης τῶν δούλων οὐκ ἐξ ἐπιτάγματος προὐνοήθη οὐδ’ ἔπεμψε τοὺς ἐπιμελησομένους, ἀλλ’ αὐτὸς ἦλθε καὶ πάντων δι’ ὧν ἔδει σώσων αὐτουργὸς ἦν, τούτου χάριν τὸν ἱεράρχην τὸν ἐκείνου δεικνύντα μαθητὴν αὐτοχειρίᾳ πηγνύναι τὸ θυσιαστήριον εἰκὸς ἦν, ὅθεν ἡμῖν αἱ πᾶσαι τῆς σωτηρίας εἰσὶν ἀφορμαί· καὶ ταῦτα ποιεῖ, τὸν ψαλμὸν ἐκεῖνον ἐπὶ τοῦ στόματος ἔχων· «Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου», ὃς εὐχαριστίαν ἔχει τῷ Θεῷ καὶ μνήμην τῶν αὐτοῦ θαυμασίων. Εἰ γὰρ ἐν παντὶ εὐχαριστεῖν ὁ τοῦ Παύλου κελεύει νόμος, πόσῳ δικαιότερον ἐπ’ αὐτοῦ τοῦ κεφαλαίου τῶν ἀγαθῶν!
17. Μετὰ δὲ τοῦτον, ἄλλον ἐπισυνάπτει ψαλμόν· «Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει». Ταῦτα δὲ οὐχ ἁπλῶς τὴν τοῦ Θεοῦ φιλανθρωπίαν ὑμνεῖ, ἀλλ’ αὐτῶν ἅπτεται τῶν παρόντων· καὶ γὰρ καὶ βαπτίσματος μέμνηται καὶ τῆς θείας ἀλοιφῆς καὶ τοῦ ποτηρίου καὶ τῆς φερούσης τὸν ἱερὸν ἄρτον τραπέζης. Τὸ δὲ βάπτισμα καὶ «ὕδωρ ἀναπαύσεως» καὶ «τόπον χλόης» καλεῖ, καὶ ποιμαινόμενος ὑπὸ τοῦ Θεοῦ καλῶς εἰς τοῦτο «κατασκηνώσειν» ἔσχατον ἔφη· ἐπεὶ γὰρ ἡ ἁμαρτία καὶ πόνους τοῖς τολμῶσιν ἤνεγκε καὶ τὴν γῆν ἐνέπλησεν ἡμῖν ἀκανθῶν, τὸ τὴν ἁμαρτίαν ἐκβάλλον ὕδωρ πρὸς μὲν τοὺς πόνους «ὕδωρ ἀναπαύσεως», πρὸς δὲ τὰς ἀκάνθας «τόπος χλόης» δικαίως, οἶμαι, καλεῖται, κατάλυμα δὲ τελευταῖον ὅτι τὸ ἔσχατον ἀγαθόν, ἐν ᾧ παυόμεθα ζητοῦντες, τὸν Θεὸν ἔστιν ἐνταῦθα λαβεῖν· εἴη δ’ ἂν καὶ δι’ ἐκεῖνον τὸν λόγον «ἀναπαύσεως ὕδωρ», ὅτι τῆς φύσεως τὴν ἐπιθυμίαν ἀνέπαυσεν, ὃ «πολλοὶ προφῆται καὶ βασιλεῖς, φησίν, ἰδεῖν ἐπεθύμουν».
18. Τί δὲ προσπίπτοντα τῷ Θεῷ καὶ προσευχόμενον, τὸ τοῦ τεμένους ἔδαφος οὐ δέχεται τὸν ἱεράρχην ἀμέσως; ἢ τὴν τελετὴν ἔτι μὴ δεδεγμένον, οὐδέπω πρὸς τὸν τελεστὴν ἥρμοσται; καὶ μήπω προσευχῆς γενόμενος οἶκος, πῶς ἂν λάβοι καθαρῶς τὸν εὐχόμενον; Ἐπεὶ καὶ τοὐναντίον τὸν Μωσέα τῆς «ἁγίας» ἐπιβαίνειν μέλλοντα «γῆς» τὸ ὑπόδημα ἐχρῆν ὑπολῦσαι, κομίζοντα πρὸς τὴν ὁμιλίαν μέσον οὐδέν, ὥσπερ καὶ τὸν τηνικαῦτα τῷ Θεῷ προσκείμενον δῆμον τῶν Ἑβραίων τὴν ἐν Αἰγύπτῳ γῆν μετὰ τῶν ὑποδημάτων ἔδει πατεῖν.
27, 2. Χρίει δὲ τὸν οἶκον ἅπαντα τῷ μύρῳ περιϊών, ἵνα προσευχῆς οἶκον αὐτὸν ἐργάσηται καὶ τοὔνομα ἐνεργὸν ἔχῃ καὶ πρὸς τὰς εὐχὰς ἡμῖν βοηθῇ. Ἡ γὰρ πρὸς τὸν Θεὸν τῶν ἀνθρώπων παρουσία καὶ τὸ κατευθύνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα τὸ μύρον ἐστὶ τὸ ἐκκενωθὲν ὁ Σωτήρ, παράκλητος ἡμῖν γενόμενος πρὸς τὸν Θεὸν καὶ μεσίτης. Ἐπεὶ γὰρ μονογεννὴς ὢν αὐτὸς ἑαυτὸν εἰς τοὺς δούλους ἐξέχεεν, εἰκότως ὁ Πατὴρ διήλλακται, καὶ ἥμερον εἰς ἡμᾶς βλέπει καὶ προσιόντας προσίεται φιλανθρώπως, ὡς ἂν αὐτὸν εὑρίσκων ἐν ἡμῖν τὸν Υἱὸν τὸν ἀγαπητόν. Ὅθεν ἀκόλουθον ἦν εἰς τὴν οἰκίαν ἐν ᾗ τὸν Θεὸν καλοῦμεν καὶ προσευχῆς ἐστιν ἐργαστήριον, τὸ παναγέστατον ἐκκενωθῆναι μύρον· ἵνα τὸν αὐτόθι καλούμενον Θεὸν εἰς ἑαυτὴν ἐπιστρέφῃ καὶ κατὰ τὴν τοῦ Σολομῶντος εὐχὴν «οἱ ὀφθαλμοὶ αὐτοῦ νυκτὸς καὶ ἡμέρας εἰς τὸν οἶκον τοῦτον ὦσιν ἀνεῳγμένοι». Ἄλλως τε ναὸν Θεοῦ καλούμενον ἵνα πρὸς τὸν ἀληθῆ ναὸν ἀναφέρῃ, καὶ πρὸς ἐκεῖνον ἔχῃ τι κοινόν, ἔδει καθάπερ ἐκεῖνος ἐχρίσθη τῇ θεότητι, τὸν ἴσον τρόπον καὶ αὐτὸν γενέσθαι χριστὸν τῷ μύρῳ ἀληλιμμένον. Λέγω δὲ ναὸν ἀληθῆ τοῦ Θεοῦ τὸ πανάγιον αὐτοῦ σῶμα, ὥσπερ αὐτὸς ἐκάλεσεν αὐτό· «Λύσατε, λέγων, τὸν ναὸν τοῦτον».
http://www.orthodoxfathers.com/Peri-tis-en-Xristo-zois-Agios-Nikolaos-Kavasilas-Xamaetos-Logos-Pemptos