ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ
ΟΜΙΛΙΑ ΙΓ.
Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα.
Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πραγμάτων τοὺς καιροὺς διαιρῶν, καὶ ἑκάστῳ τῶν γινομένων τὸν ἐπιτήδειον ἀφορίζων, ἔφη· Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι· καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν· ἐγὼ δὲ, μικρὸν τοῦ σοφοῦ τὴν ἀπόφασιν ὑπαλλάξας, εἴποιμι ἂν κηρύσσων ὑμῖν τὸ σωτήριον κήρυγμα, ὅτι καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Τίς δὲ ὁ λόγος τῆς ἐναλλαγῆς; Ὅτι ὁ μὲν περὶ τῶν ἐν γενέσει καὶ φθορᾷ διαλεγόμενος, τῇ σωματικῇ ἑπόμενος φύσει, τὴν γένεσιν προέταξε τοῦ θανάτου (ἀδύνατον γὰρ θανάτου πεῖραν λαβεῖν τὸν μὴ πρότερον γεννηθέντα)· ἐγὼ δὲ, περὶ τῆς πνευματικῆς ἀναγεννήσεως τὸν λόγον ποιεῖσθαι μέλλων, τὸν θάνατον προτίθημι τῆς ζωῆς. Διὰ γὰρ τοῦ ἀποθανεῖν τῇ σαρκὶ περιγίνεται ἡμῖν τὸ γεννηθῆναι τῷ πνεύματι, καθά φησι καὶ ὁ Κύριος· Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω. Ἀποθάνωμεν οὖν, ἵνα ζήσωμεν. Ἀποκτείνωμεν τὸ φρόνημα τῆς σαρκὸς, τὸ μὴ δυνάμενον ὑποταγῆναι τῷ νόμῳ τοῦ Θεοῦ, ἵνα τὸ φρόνημα τοῦ πνεύματος ἰσχυρὸν ἡμῖν ἐγγένηται, δι’ οὗ ζωὴ καὶ εἰρήνη περιγίνεσθαι πέφυκε. Συνταφῶμεν τῷ Χριστῷ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι, ἵνα καὶ συναναστῶμεν τῷ ἡμῖν τὴν ἀνάστασιν προξενήσαντι. Καιρὸς μὲν οὖν ἄλλοις ἄλλος ἐπιτήδειος· ἴδιος ὕπνου, καὶ ἴδιος ἐγρηγόρσεως· ἴδιος πολέμου, καὶ ἴδιος εἰρήνης· καιρὸς δὲ βαπτίσματος ἅπας ὁ τῶν ἀνθρώπων βίος. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι, μὴ γνωριζούσῃ τὸν κτίσαντα. Θεοῦ γὰρ ἄγνοια θάνατός ἐστι ψυχῆς. Ὁ δὲ μὴ βαπτισθεὶς οὐ πεφώτισται. Ἄνευ δὲ φωτὸς οὔτε ὀφθαλμὸς τὰ ἑαυτοῦ καθορᾷ, οὔτε ψυχὴ Θεοῦ δέξασθαι δύναται θεωρίαν. Πᾶς μὲν οὖν χρόνος εὐκαιρίαν ἔχει πρὸς τὴν διὰ τοῦ βαπτίσματος σωτηρίαν· κἂν νύκτα εἴπῃς, κἂν ἡμέραν, κἂν ὥραν, κἂν στιγμὴν χρόνου, κἄν τι βραχύτατον. Πολλῷ δὲ δήπου εἰκὸς ἐπιτηδειότερον εἶναι τὸν οἰκειότερον. Τί δ’ ἂν γένοιτο τῆς ἡμέρας τοῦ Πάσχα συγγενέστερον πρὸς τὸ βάπτισμα; Ἡ μὲν γὰρ ἡμέρα μνημόσυνόν ἐστιν ἀναστάσεως· τὸ δὲ βάπτισμα δύναμίς ἐστι πρὸς τὴν ἀνάστασιν. Ἐν τοίνυν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς ἀναστάσεως τὴν χάριν ὑποδεξώμεθα. Διὰ τοῦτο πόῤῥωθεν ἡ Ἐκκλησία τοὺς ἑαυτῆς τροφίμους ὑψηλῷ κηρύγματι συγκαλεῖ, ἵν’ οὓς πάλαι ὤδινεν, ἀποκυήσῃ τότε, καὶ ἀπογαλακτίσασα αὐτοὺς τῶν λόγων τῆς κατηχήσεως, γεύσῃ τῆς στερεᾶς τῶν δογμάτων τροφῆς. Ἰωάννης ἐκήρυσσε βάπτισμα μετανοίας, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία· Κύριος κηρύσσει βάπτισμα υἱοθεσίας· καὶ τίς τῶν εἰς αὐτὸν ἠλπικότων οὐχ ὑπακούσεται; Ἐκεῖνο εἰσαγωγικὸν τὸ βάπτισμα· τοῦτο τελειωτικόν.Ἐκεῖνο ἁμαρτίας ἀναχώρησις· τοῦτο οἰκείωσις πρὸς Θεόν. Ἑνὸς ἀνδρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάντας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφητῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γίνεσθε· διὰ ψαλμῶν νουθετούμενος· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· δι’ ἀποστόλων εὐαγγελιζόμενος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύματος· ὑπ’ αὐτοῦ τοῦ Κυρίου προσλαμβανόμενος, λέγοντος· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς (ταῦτα γὰρ πάντα σήμερον συνέδραμε πρὸς τὴν ἀνάγνωσιν)· ὀκνεῖς καὶ βουλεύῃ καὶ διαμέλλεις; Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ; Πάντοτε μανθάνων, οὐδέπω ἦλθες πρὸς τὴν ἐπίγνωσιν; Πειραστὴς διὰ βίου, κατάσκοπος μέχρι γήρως, πότε γενήσῃ Χριστιανός; πότε γνωρίσομέν σε ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου, νῦν πάλιν ἀναμένεις τὸν ἐπιόντα. Ὅρα μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν, ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; Ἐπ’ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδής· ἡ ὁδὸς ῥᾳδία, οὐ χρόνου, οὐ δαπάνης, οὐ πραγματείας χρεία· τί μέλλεις; τί ἀναδύῃ; τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλίς τις ἀπειρόζυγος; Χρηστός ἐστιν, ἐλαφρός ἐστιν· οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον, αὐτεξούσιον ἐπιζητεῖ τὸν ὑφέλκοντα. Ὁρᾷς, ὅτι κατηγορεῖται Ἐφραὶμ, ὡς παροιστρῶσα δάμαλις, ὅτι ἄτακτα περιπλανᾶται τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων; Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα· γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ, ἀφειμένος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις.
Γεύσασθε καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος. Γλυκύτητα μέλιτος πῶς ἀναγγείλω τοῖς ἀγνοοῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις λόγου παν τὸς ἐναργεστέρα πρὸς πεῖραν. Ὁ Ἰουδαῖος τὴν περιτομὴν οὐχ ὑπερτίθεται διὰ τὴν ἀπειλὴν, ὅτι Πᾶσα ψυχὴ, ἥτις οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς· σὺ δὲ τὴν ἀχειροποίητον περιτομὴν ἀναβάλλῃ ἐν τῇ ἀπεκδύσει τῆς σαρκὸς, ἐν τῷ βαπτίσματι τελειουμένην, αὐτοῦ τοῦ Κυρίου ἀκούσας· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ δι’ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Κἀκεῖ μὲν ὀδύνη καὶ ἕλκος· ἐνταῦθα δὲ δρόσος ψυχῆς, καὶ ἕλκους καρδίας ἴαμα. Προσκυνεῖς τὸν ὑπὲρ σοῦ ἀποθανόντα; Οὐκοῦν κατάδεξαι αὐτῷ συνταφῆναι διὰ τοῦ βαπτίσματος. Ἐὰν μὴ σύμφυτος γένῃ τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, πῶς κοινωνὸς γενήσῃ τῆς ἀναστάσεως; Ὁ Ἰσραὴλ ἐκεῖνος εἰς τὸν Μωυσῆν ἐβαπτίσθη ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, σοὶ τοὺς τύπους παραδιδοὺς, καὶ χαρακτηρίζων τὴν ἐπ’ ἐσχάτων τῶν καιρῶν δειχθησομένην ἀλήθειαν· σὺ δὲ περιφεύγεις τὸ βάπτισμα, οὐκ ἐν θαλάσσῃ τυπούμενον, ἀλλ’ ἐν ἀληθείᾳ τελειούμενον· οὐκ ἐν νεφέλῃ, ἀλλ’ ἐν τῷ Πνεύματι· οὐκ εἰς Μωυσῆν τὸν ὁμόδουλον, ἀλλ’ εἰς Χριστὸν τὸν ποιήσαντα. Ὁ Ἰσραὴλ εἰ μὴ παρῆλθε τὴν θάλασσαν, οὐκ ἂν ἐχωρίσθη τοῦ Φαραώ· καὶ σὺ, ἐὰν μὴ παρέλθῃς διὰ τοῦ ὕδατος, οὐ χωρισθήσῃ τῆς πικρᾶς τυραννίδος τοῦ διαβόλου. Οὐκ ἂν ἔπιεν ἐκεῖνος ἐκ τῆς πνευματικῆς πέτρας, εἰ μὴ τυπικῶς ἐβαπτίσθη· οὐδέ σοί τις δώσει τὴν ἀληθινὴν πόσιν, ἐὰν μὴ ἀληθινῶς βαπτισθῇς. Ἔφαγεν ἄρτον ἀγγέλων ἐκεῖνος μετὰ τὸ βάπτισμα· σὺ δὲ πῶς βρώσῃ τὸν ζῶντα ἄρτον, ἂν μὴ πρότερον ὑποδέξῃ τὸ βάπτισμα; Εἰσῆλθεν ἐκεῖνος εἰς τὴν γῆν τῆς ἐπαγγελίας διὰ τὸ βάπτισμα· σὺ δὲ πῶς ἐπανέλθῃς εἰς τὸν παράδεισον, μὴ σφραγισθεὶς τῷ βαπτίσματι; Ἢ οὐκ οἶδας, ὅτι φλογίνη ῥομφαία τέτακται φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου ζωῆς, τοῖς μὲν ἀπίστοις φοβερὰ καὶ φλογίζουσα, τοῖς δὲ πεπιστευκόσιν εὐπρόσιτος καὶ ἵμερον ἐπιλάμπουσα; Καὶ στρέφεσθαι αὐτὴν ἐποίησεν ὁ Δεσπότης· ὅταν μὲν γὰρ ἴδῃ πιστὸν, τὰ νῶτα δίδωσιν· ὅταν δέ τινα τῶν ἀσφραγίστων, κατὰ στόμα προσαπαντᾷ.
Ἠλίας ἅρμα πυρὸς καὶ ἵππους πυρίνους πρὸς αὐτὸν ἐλθόντας οὐ κατεπλάγη, ἀλλ’ ἐπιθυμίᾳ τῆς ἄνω πορείας τῶν φοβερῶν κατετόλμησε, καὶ μετὰ περιχαρείας ἐπέβη τῶν φλογίνων ὀχημάτων, ὁ ἐν σαρκὶ ζῶν ἔτι· σὺ δὲ, οὐ πυρίνων ἁρμάτων ἐπιβήσεσθαι μέλλων, ἀλλὰ δι’ ὕδατος καὶ Πνεύματος ἀναβαίνειν εἰς τὸν οὐρανὸν, οὐκ ἐπιτρέχεις τῇ κλήσει; Ἔδειξεν Ἠλίας τοῦ βαπτίσματος τὴν ἰσχὺν ἐπὶ τοῦ βωμοῦ τῶν ὁλοκαυτωμάτων, οὐ διὰ πυρὸς, ἀλλὰ δι’ ὕδατος τὴν θυσίαν ὁλοκαυτώσας. Ἄλλως μὲν οὖν ἡ τοῦ πυρὸς φύσις τῷ ὕδατι μάχεται· ἐπειδὴ δὲ μυ στικῶς τὸ ὕδωρ τρίτον τότε τοῦ βωμοῦ κατεχύθη, ἀρχὴ ἐγένετο τῷ πυρὶ, καὶ ἐξῆψε τὴν φλόγα ὥσπερ ἔλαιον. Λάβετέ μοι, φησὶν, ὑδρίας, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας. Καὶ εἶπε· Δευτερώσατε, καὶ ἐδευτέρωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν δεικνύντος τοῦ λόγου, ὅτι διὰ τοῦ βαπτίσματος τῷ Θεῷ οἰκειοῦται ὁ προσαγόμενος, καὶ ὅτι φῶς καθαρὸν καὶ οὐράνιον ἐν ταῖς τῶν προσιόντων ψυχαῖς διὰ τῆς εἰς τὴν Τριάδα πίστεως ἀναλάμπει. Εἰ χρυσὸν τῇ ἐκκλησίᾳ διένεμον, οὐκ ἄν μοι εἶπες· Αὔριον ἥξω, καὶ αὔριον δώσεις· ἀλλ’ ἀπῄτεις ἂν ἤδη τὴν διανομὴν κατεπείγων, καὶ ἐδυσφόρεις πρὸς τὴν ὑπέρθεσιν· ἐπειδὴ δὲ οὐχ ὕλης εὔχροιαν, ἀλλὰ ψυχῆς καθαρότητα προτείνεταί σοι ὁ μεγαλόδωρος, προφάσεις πλάττῃ καὶ αἰτίας ἀπαριθμῇ, δέον ἐπιτρέχειν τῷ δώρῳ. Ὢ τοῦ θαύματοσ ἀνακαινίζῃ, μὴ χωνευόμενος· ἀναπλάττῃ, μὴ συντριβόμενος· θεραπεύῃ, μὴ ὀδυνώμενος, καὶ οὐ λογίζῃ τὴν χάριν. Εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι; Ἤ που καὶ ῥάπισμα, τὴν τελευταίαν τῶν δούλων πληγὴν, ὑπὲρ τῆς μετὰ ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς κατεδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε, οὐκ ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ κῆρυξ, ἵνα λύσῃ μέν σε τῆς αἰχμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ τοῦ Θεοῦ εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ· οὔπω λέγεις εἶναί σοι καιρὸν δέξασθαι τὰ διδόμενα. Ὢ τῶν πονηρῶν ἐμποδίων ὢ τῆς αἰσχρᾶς καὶ ἀτελέστου ἀσχολίασ Ἕως πότε ἡδοναί; ἕως πότε ἡδυπάθειαι; Πολὺν ἐζήσαμεν χρόνον τῷ κόσμῳ, ζήσωμεν λοιπὸν καὶ ἑαυτοῖς. Τί ψυχῆς ἀντάξιον; Τί ἰσοστάσιον τῆς βασιλείας τῶν οὐρανῶν; Τίς ἀξιοπιστότερός σοι σύμβουλος τοῦ Θεοῦ; Τίς φρονιμώτερος τοῦ σοφοῦ; ἢ τίς ὠφελιμώτερος τοῦ ἀγαθοῦ; Τίς τοῦ κτίσαντος οἰκειότερος; Οὐδὲ τῇ Εὔᾳ συνήνεγκε τῇ τοῦ ὄφεως συμβουλῇ πεισθῆναι μᾶλλον ἢ τῇ τοῦ Δεσπότου. Ὢ τῆς ἀτοπίας τῶν λόγων Οὐκ ἄγω σχολὴν ὑγιᾶναι· μήπω μοι δείξῃς τὸ φῶς· μήπω συνάψῃς τῷ Βασιλεῖ. Οὐ ταῦτα λέγεις ἄντικρυς; Μᾶλλον δὲ τὰ τούτων ἀλογιστότερα. Σὺ δὲ, εἰ μὲν ἦς ἐγγεγραμμένος τοῖς δημοσίοις ὀφλήμασι, χρεῶν δὲ ἀποκοπαὶ τοῖς ὑπευθύνοις περιηγγέλθησαν, εἶτά τις ἦν ὁ πρὸς ἐπήρειαν ἄμοιρόν σε ποιῆσαι τῆς συγχωρήσεως ταύτης ἐπιχειρῶν· ἠγανάκτεις ἂν καὶ ἐβόας, ὡς τὸ ἐπιβάλλον σοι μέρος τῆς κοινῆς χάριτος ἀφαιρούμενος. Ἐπειδὴ δὲ οὐ μόνον ἄφεσις τῶν παρελθόντων, ἀλλὰ καὶ δωρεαὶ τῶν μελλόντων προεκηρύχθησαν, αὐτὸς σεαυτὸν ἀδικῶν, ἃ μηδ’ ἂν τῶν ἐχθρῶν σοί τις ἐπηρεάσατο, οἴει προσηκόντως βεβουλεῦσθαι, καὶ λυσιτελῶς ἐντεθυμῆσθαι περὶ σεαυτοῦ, ὅς γε οὐ δέχῃ τὴν ἄφεσιν, ἀλλ’ ἐναποθνήσκεις τοῖς ὀφλήμασι; καὶ ταῦτα εἰδὼς, ὅτι ὁ τῶν μυρίων ταλάντων χρεωφειλέτης ἔτυχεν ἂν τῆς ἀφέσεως, εἰ μὴ αὐτὸς ἑαυτῷ τὴν εἴσπραξιν ἐκ τῆς πρὸς τὸν ὁμόδουλον ἀπανθρωπίας ἀνενεώσατο. Ὃ καὶ ἡμῖν φυλακτέον μὴ πάθωμεν, ἐπειδὰν τῆς χάριτος τύχωμεν, μὴ ἀφιέντες τοῖς ὀφειλέταις ἡμῶν, ἵνα βέβαιον ἡμῖν παραμείνῃ τὸ δῶρον.
Εἴσελθε εἰς τὸ ταμιεῖόν σου τῆς ψυχῆς, ἀνακίνησόν σου τῶν πεπραγμένων τὴν μνήμην. Εἰ μὲν πολλά σού ἐστι τὰ ἁμαρτήματα, μὴ ἀθυμήσῃς τῷ πλήθει· Ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις, ἐὰν δέχῃ τὴν χάριν· τῷ γὰρ ὀφείλοντι πολὺ πολὺ καὶ ἀφεθήσεται, ἵνα περισσότερον ἀγαπήσῃ. Εἰ δὲ μικρὰ καὶ εὐτελῆ, καὶ οὐ πρὸς θάνατόν σου τὰ ἁμαρτήματα, τί ἀγωνιᾷς τὸ μέλλον, ὅς γε οὐκ ἀγεννῶς τὰ παρελθόντα διήνεγκας, καὶ ταῦτα οὔπω τῷ νόμῳ παιδαγωγούμενος; Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν, ἔνθεν ὑπ’ ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων διελκομένην. Τίσιν ἄρα δώσεις τὴν ῥοπὴν τὴν καρδίας; Τί παρὰ σοὶ νικήσει; ἡδονὴ σαρκὸς, ἢ ἁγιασμὸς ψυχῆς; ἀπόλαυσις τῶν παρόντων ἢ τῶν μελλόντων ἐπιθυμία; Ἄγγελοί σε παραλήψονται, ἢ καθέξουσιν οἱ κατέχοντες; Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθημα τοῖς ὑπ’ αὐτοὺς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀλλήλους ἀνακαλῶνται, καὶ πρὸς τοὺς ἐναντίους, ἐὰν ἐν ταῖς συμπλοκαῖς ἀναμιχθῶσιν, εὐκρινὴς δύνηται ὑπάρχειν ὁ χωρισμός. Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς συμβόλοις παράσχῃ τὴν οἰκειότητα, ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου Κυρίου. Πῶς ἀντιποιηθῇ σου ὁ ἄγγελος; πῶς δὲ ἀφέληται τῶν ἐχθρῶν, ἐὰν μὴ ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπιφερόμενος τὰ γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερέβαινεν, ἐν δὲ ταῖς ἀσφραγίστοις κατεφόνευε τὰ πρωτότοκα; Ἀσφράγιστος θησαυρὸς εὐεπιχείρητος κλέπταις· πρόβατον ἀσημείωτον ἀκινδύνως ἐπιβουλεύεται.
Νέος εἶ; ἀσφάλισαι τὴν νεότητα τῷ τοῦ βαπτίσματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ ζημιωθῇς τὰ ἐφόδια, μὴ ἀπολέσῃς τὸ φυλακτήριον, μὴ περὶ τῆς ἑνδεκάτης ὥρας ὡς περὶ πρώτης διανοοῦ· ὅπου γε προσήκει καὶ τὸν ἀρχόμενον τοῦ βίου ἐν ὀφθαλμοῖς ἔχειν τὴν τελευτήν. Εἴ τις ἰατρῶν ἐπηγγέλλετό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον ποιήσειν ἐκ γέ ροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθαλήσειν ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυσὴν αὐτὴν ἐκ τῶν ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου, καὶ οὐ προστρέχεις τῷ ἐπαγγέλματι. Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις, θάνατος ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ τηλικούτων, ἄθλιε, προτιμοτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν, κἂν περιστέλλῃ τοῖς ῥήμασιν· αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον, ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ, ἐπιορκήσω, ψεύσωμαι· καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω ποτὲ τῶν κακῶν, ὑποδέξομαι. Εἰ μὲν οὖν καλὸν ἡ ἁμαρτία, φύλασσε ταύτην εἰς τέλος· εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις; Οὐδεὶς, χολὴν ἐμέσαι ζητῶν, ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης πολυπλασίονα ταύτην ἑαυτῷ συναθροίζει. Καθαίρειν προσῆκε τῶν λυπούντων τὸ σῶμα, οὐ μέντοι κατασκευάζειν τὴν νόσον μείζονα τῆς δυνάμεως. Φαίνεται ἡ ναῦς μέχρι τίνος τὸ βάρος τῶν ἀγωγίμων ὑφίσταται, τὸ δὲ ὑπὲρ τοῦτο καταβαπτίζει. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, καὶ μείζονα τῆς ἀφέσεως ποιήσας τὰ ἁμαρτήματα, πρὸ τῶν ἐλπισθέντων λιμένων ὑποστῇς τὸ ναυάγιον. Οὐ βλέπει Θεὸς τὰ γινόμενα; ἢ οὐ νοεῖ σου τὰ ἐνθυμήματα; ἢ συνεργάζεταί σοι τὰς ἀνομίας; Ὑπέλαβες ἀνομίαν, φησὶν, ὅτι ἔσομαί σοι ὅμοιος. Σὺ δὲ, ἀνδρὸς μὲν θνητοῦ φιλίαν πραγματευόμενος, δι’ εὐεργεσίας αὐτὸν προσάγῃ, ἐκεῖνα λέγων καὶ πράττων οἷσπερ ἂν αἴσθῃ χαίροντα· Θεῷ δὲ προσοικειούμενος, καὶ εἰς τὴν υἱοῦ τάξιν ἐλπίζων παραδεχθήσεσθαι, τὰ ἐχθρὰ τῷ Θεῷ πράττων, καὶ διὰ τοῦ νόμου παραβάσεως ἀτιμάζων αὐτὸν, ἐξ ὧν μάλιστα προσκρούεις, ἐκ τούτων ἐλπίζεις τὴν οἰκειότητα; Ὅρα μὴ ἐπ’ ἐλπίδι τῆς ἀπολυτρώσεως, πλῆθος κακῶν σεαυτῷ συλλεξάμενος, τὴν μὲν ἁμαρτίαν συναθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· Καλὸς μὲν ὁ νόμος, ἀλλ’ ἡδίων ἡ ἁμαρτία. Ἡδονὴ ἄγκιστρόν ἐστι τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον. Ἡδονὴ μήτηρ τῆς ἁμαρτίας· ἡ δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ τοῦ θανάτου. Ἡδονὴ τροφὸς τοῦ αἰωνίου σκώληκος, ἣ πρὸς καιρὸν μὲν καταλεαίνει τὸν ἀπολαύοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις. Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρθεσις ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ πρῶτον ἡ ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παραστήσω μου τὰ μέλη ὅπλα ἀδικίας τῇ ἀνομίᾳ· εἶτα παραστήσω ποτὲ καὶ ὅπλα δικαιοσύνης αὐτὰ τῷ Θεῷ. Οὕτω καὶ Κάιν προσέφερε τὰς θυσίας· τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύτερα τῷ κτίσαντι καὶ δωρησαμένῳ Θεῷ. Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις. Ὅτε ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδὲν αὐτοῖς ἔστι χρήσασθαι, ἀλλ’ ἀνάγκη κεῖσθαι διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν παραλυθέντος τοῦ τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη οὐ σωφροσύνη, ἀλλ’ ἀκολασίας ἀδυναμία. Νεκρὸς οὐ στεφανοῦται· οὐδεὶς δίκαιος δι’ ἀδυναμίαν κακοῦ. Ἕως ἔστι σοι δύναμις, λόγῳ κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετή· ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας οὔτε ἐπαίνων αὐτὴ καθ’ ἑαυτὴν, οὔτε κολάσεων ἀξιοῦται. Ἐὰν δι’ ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ἀπό τινος ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξε; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισε; τίς οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα, τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; Οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὐδὲ φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα, τάχα δὲ οὐδὲ ἀκοῦσαι καθαρῶς ἐπιτραπήσῃ, αὐτῇ τῇ κεφαλῇ ἐνοικούσης τῆς νόσου· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Θεῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ οὐδὲ συνετῶς ἐπακολουθῆσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, ἆρα ᾔσθου τῆς χάριτος, ἢ ἀναισθήτως ἔχεις τῶν γινομένων. Ὅταν δὲ καὶ ἐπιστημόνως τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρῃ.
Μίμησαι τὸν εὐνοῦχον. Εὗρεν ἐκεῖνος τὸν κατηχοῦντα, καὶ οὐχ ὑπερεῖδε τὴν μάθησιν, ἀλλ’ ἐπὶ τὸ ἅρμα ἀνεβιβάσατο τὸν πένητα ὁ πλούσιος, τὸν ἰδιώτην καὶ εὐκαταφρόνητον ὁ σοβαρὸς καὶ ὑπέρογκος· καὶ διδαχθεὶς τὸ Εὐαγγέλιον τῆς βασιλείας, ἐδέξατο μὲν τῇ καρδίᾳ τὴν πίστιν, οὐκ ἀνεβάλετο δὲ τὴν σφραγῖδα τοῦ Πνεύματος. Ἐπειδὴ γὰρ ἀπήντησαν ὕδατι, Ἰδοὺ, φησὶν, ὕδωρ. Ἐκ περιχαρείας ὁ λόγος· Ἰδοὺ τὸ ζητούμενον, Τί κωλύει με βαπτισθῆναι; Ὅπου προαίρεσις ἑτοίμη, τὸ κωλύον οὐδέν. Ὁ γὰρ καλῶν φιλάνθρωπος, ὁ διάκονος εὐτρεπὴς, ἡ χάρις ἄφθονος· ἡ προθυμία ἐνυπαρχέτω, καὶ τὸ ἐμποδίζον οὐκ ἔσται. Εἷς ἐστιν ὁ κωλύων, ὁ ἐμφράσσων ἡμῖν τὰς εἰς σωτηρίαν ὁδοὺς, ὃν νικήσωμεν τῇ συνέσει. Ἐκεῖνος τὸν ὄκνον ἡμῖν ἐμποιεῖ· ἡμεῖς διαναστῶμεν πρὸς ἐργασίαν. Ἐκεῖνος διακένοις ἐπαγγελίαις τὰς καρδίας ἡμῶν ἐξαπατᾷ· ἡμεῖς αὐτοῦ μὴ ἀγνοήσωμεν τὰ νοήματα. Ἢ γὰρ οὐχὶ τὴν μὲν ἁμαρτίαν σήμερον ποιεῖν ὑποβάλλει, τὴν δὲ δικαιοσύνην εἰς τὴν αὔριον πείθει ἡμᾶς ταμιεύεσθαι; Διὰ τοῦτο ὁ Κύριος, ἀναλύων αὐτοῦ τὰς πονηρὰς συμβουλίας, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Ἐκεῖνος λέγει· Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ. Ὁ Κύριος ἀντιβοᾷ· Σήμερον τῆς ἐμῆς φωνῆς ἀκούσατε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ συμβουλεῦσαι καθόλου ἀποστῆναι Θεοῦ (οἶδεν, ὅτι βαρὺ τοῦτο ἀκοῦσαι Χριστιανοῖς), ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. Σοφός ἐστι τοῦ κακοποιῆσαι. Συνορᾷ, ὅτι κατὰ τὸ παρὸν ζῶμεν οἱ ἄνθρωποι, καὶ πᾶσα πρᾶξις κατὰ τὸ ἐνεστὼς ἐνεργεῖται. Τὴν οὖν σήμερον κλέπτων ἡμῶν διὰ τῆς μεθοδείας, τῆς αὔριον ἡμῖν τὰς ἐλπίδας περιαφίησιν. Εἶτα, ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται ὁ κακὸς συμμεριστὴς ἡμῶν, ἀξιῶν τὴν σήμερον ἑαυτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως ἀεὶ τὸ μὲν παρὸν δι’ ἡδονῆς ὑφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς.
Τοιαύτην εἶδον ἐγώ ποτε πανουργίαν ὄρνιθος εὐμηχάνου. Εὐαλώτων γὰρ αὐτῇ τῶν νεοττῶν ὑπαρχόντων δι’ ἁπαλότητα, ἑαυτὴν προβαλλομένη ὡς ἕτοιμον θήραμα, καὶ ταῖς χερσὶ τῶν ἀγρευόντων ἐνστρεφομένη, οὔτε ἁλώσιμος ἦν ἐκ τοῦ προχείρου τοῖς θηρευταῖς, οὔτε ἀπόγνωσιν αὐτοῖς ἐνεποίει τῆς ἄγρας· ἀλλὰ ταῖς ἐλπίσιν αὐτοὺς ποικίλως παρακατέχουσα, τῇ περὶ ἑαυτὴν ἀσχολίᾳ, τοῖς νεοσσοῖς τὴν ἄδειαν τῆς φυγῆς προεξένησεν, εἶτα τὸ τελευταῖον καὶ αὐτὴ συναπέπτη. Φοβήθητι μὴ καὶ σὺ τὰ παραπλήσια πάθῃς, ἐν ταῖς περὶ τῶν ἀδήλων ἐλπίσι τὰ φανερὰ προιέμενος. Δεῦρο δὴ οὖν μοι, ὅλον σεαυτὸν μετάθες ἐπὶ τὸν Κύριον· ἐπίδος σεαυτοῦ τὴν ὀνομασίαν· καταγράφηθι μετὰ τῆς Ἐκκλησίας. Ὁ στρατιώτης καταλόγοις ἐναριθμεῖται· ὁ ἀθλητὴς ἐναπογραψάμενος ἀγωνίζεται· ὁ δημότης πολιτογραφηθεὶς τοῖς φυλέταις ἐναριθμεῖται. Πᾶσι τούτοις ὑπεύθυνος εἶ, ὡς στρατιώτης Χριστοῦ, ὡς ἀθλητὴς εὐσεβείας, ὡς τὸ πολίτευμα ἔχων ἐν οὐρανοῖς. Ἀπογράφηθι ἐν ταύτῃ τῇ βίβλῳ, ἵνα μεταγραφῇς εἰς τὴν ἄνω. Μάθε, διδάχθητι εὐαγγελικὴν πολιτείαν, ὀφθαλμῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. Ἀγγαρευόμενος προστίθει· ἀποστερούμενος μὴ δικάζου· μισούμενος ἀγάπα· διωκόμενος ἀνέχου· βλασφημούμενος παρακάλει. Νεκρώθητι τῇ ἁμαρτίᾳ· συσταυρώθητι τῷ Χριστῷ· ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύριον. Ἀλλὰ χαλεπὰ ταῦτα. Τί δὲ τῶν ἀγαθῶν εὔκολον; Τίς καθεύδων τρόπαιον ἔστησε; Τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας στεφάνοις κατεκοσμήθη; Οὐδεὶς μὴ δραμὼν ἀνείλετο τὸ βραβεῖον. Πόνοι γεννῶσι δόξαν, κάματοι προξενοῦσι στεφάνους. Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, φημὶ κἀγώ· ἀλλὰ ταύτας μὲν τὰς θλίψεις ἡ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μακαριότης ἐκδέχεται· τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν ἀναμένει. Ἀλλὰ γὰρ ἀκριβῶς σκοποῦντι, οὐδὲ τὰ τοῦ διαβόλου ἔργα τοῖς ἐργάταις τῆς ἀνομίας ἀκμητὶ παραγίνεται. Ποῖοι ἱδρῶτες τῆς σωφροσύνης; Ὁ δὲ πορνεύων καθίδρως ἐστὶ, τῆς ἡδονῆς αὐτὸν ἐκτηκούσης. Τί τοσοῦτον ὑφαιρεῖ τοῦ σώματος ἡ ἐγκράτεια, ὅσον ἡ βδελυρὰ καὶ λυσσώδης ἀκολασία διαφθείρει; Νύκτες δὲ ἄυπνοι τῶν διανυκτερευόντων ἐν προσευχαῖς· ἀλλὰ πολλῷ χαλεπώτεραι τῶν ἐπαγρυπνούντων ταῖς ἀδικίαις. Ὅ τε γὰρ φόβος τοῦ φωραθήσεσθαι, καὶ ὁ ἐπὶ ταῖς ἡδοναῖς οἶστρος πᾶσαν ἀνάπαυσιν παντελῶς ἀπελαύνει. Εἰ δὲ, φεύγων τὸ στενὸν τῆς ἐπὶ σωτηρίαν φερούσης, τὸ εὐρύχωρον διώκεις τῆς ἁμαρτίας, φοβοῦμαι μὴ, μέχρι τέλους τὴν πλατεῖαν ὁδεύσας, ἀκόλουθον εὕρῃς τῇ ὁδῷ τὸ κατάλυμα. Ἀλλὰ δυσφύλακτος ὁ θησαυρός. Καὶ ἐπαγρύπνησον, ἀδελφέ. Ἔχεις συνεργοὺς, ἐὰν θέλῃς, προσευχὴν νυκτοφυλακοῦσαν, νηστείαν οἰκουροῦσαν, ψαλμῳδίαν ψυχαγωγοῦσαν. Ταύτας συμπαράλαβε. Αὗται συναγραυλείτωσάν σοι ἐπὶ τὰς φυλακὰς τῶν τιμίων. Τί βέλτιον, εἰπέ μοι, πλουτοῦντας ἡμᾶς ὑπὲρ τῆς φυλακῆς τῶν τιμίων ἀγωνιᾷν, ἢ μηδὲ ἔχειν τὴν ἀρχὴν ὃ φυλάξωμεν; Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται. Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ’ ἑκάστῳ τῶν σπουδαζομένων τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ μὲν ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀτεκνώσεις. Ἀλλ’ ὅμως ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι· τὴν δὲ τῶν ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Σὺ δὲ λόγῳ μὲν ἀποσεμνύνεις τὸν ἁγιασμόν· ἔργῳ δὲ τοῖς κατεγνωσμένοις ἐνδιατρίβεις. Ὅρα μή ποτέ σοι μεταμελήσῃ τῶν κακῶν βουλευμάτων, ὅτε ὄφελός σοι τῆς μεταμελείας οὐδέν. Σωφρονισάτω σε τὸ τῶν παρθένων ὑπόδειγμα. Ἐκεῖναι τὸ ἔλαιον ἐν τοῖς ἀγγείοις μὴ ἔχουσαι, ὅτε συνεισελθεῖν αὐτὰς ἐχρῆν τῷ νυμφίῳ, τότε ἐνδεῶς ἔχουσαι τῶν ἀναγκαίων ᾐσθάνοντο. Διὸ καὶ μωρὰς αὐτὰς ὁ λόγος ἀπεκάλεσεν, ὅτι, τὸν καιρὸν τῆς τοῦ ἐλαίου χρήσεως εἰς τὸ περιιέναι καὶ συμπορίζειν παραναλώσασαι, ἔλαθον ἑαυτὰς ἀποκλείσασαι τῆς φαιδρότητος τοῦ νυμφῶνος. Μήποτε καὶ σὺ, ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, καὶ μῆνας ἐκ μηνῶν, καὶ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενος, καὶ μὴ λαμβάνων τὸ ἔλαιον τὴν τροφὴν τοῦ φωτὸς, ἐμπέσῃς ποτὲ εἰς ἣν οὐ προσδοκᾷς ἡμέραν, ἡνίκα ἂν ἐπιλείπωσί σε λοιπὸν αἱ τοῦ ζῇν ἀφορμαί· ἀπορία δὲ ᾖ πάντοθεν καὶ θλίψις ἀπαραμύθητος, ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰκείων· ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ λάβρου διακαίοντος τὰ ἔνδον καὶ ὑποσμύχοντος, στενάξεις μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσεις. Καὶ φθέγξῃ μέν τι λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ ἀκούων οὐκ ἔσται· πᾶν δὲ τὸ λαλούμενον παρὰ σοῦ ὡς παραφροσύνη καταφρονεῖται. Τίς δώσει τὸ βάπτισμα τότε; Τίς ὑπομνήσει κεκαρωμένον τῷ πάθει; Οἱ προσήκοντες ἀθυμοῦσιν, οἱ ἔξω τοῦ πάθους καταφρονοῦσιν, ὁ φίλος ὀκνεῖ τὴν ὑπόμνησιν ὡς ταραχὴν ἐμποιοῦσαν, ἤ που καὶ ἰατρὸς ἐξαπατᾷ, καὶ σεαυτὸν οὐκ ἀπογινώσκεις διὰ τὸ φύσει φιλόζωον. Νὺξ καὶ ἐρημία τῶν βοηθούντων· ὁ βαπτίζων οὐ πάρεστιν. Ὁ θάνατος παρέστηκεν· οἱ ἀπάγοντες κατεπείγουσι. Τίς ὁ ἐξαιρούμενος; Θεὸς, ὁ καταφρονηθείς; Ἀλλ’ εἰσακούσεται τότε· σὺ γὰρ αὐτοῦ νῦν εἰσακούεις. Προθεσμίαν δώσει; Καλῶς γὰρ ἐχρήσω τῇ δεδομένῃ.
Μηδείς σε ἐξαπαυάτω κενοῖς λόγοις. Ἐπιστήσεται γάρ σοι αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος κατηφὴς, ἀπ άγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος. Ὢ πόσα σπαράξεις σεαυτόν πόσα στενάξεισ ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουλευθεῖσιν, ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν τῇ λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἲ μὲ, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἲ μὲ, τὰς κηλῖδας μὴ ἀποπλύνασθαι, ἀλλὰ ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων διὰ πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι· δι’ ἡδονὴν σαρκὸς τῷ πυρὶ παραδίδομαι. Δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην, καὶ οὐχ ὑπήκουον· ἐδιδασκόμην, καὶ οὐ προσεῖχον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς, ἀποκλαιόμενος σεαυτὸν, ἐὰν προαναρπασθῇς τοῦ βαπτίσματος. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Μὴ ἀτιμάσῃς τὴν κλῆσιν. Μὴ εἴπῃς, Ἔχε με παρῃτημένον διὰ τὸ καὶ τό. Οὐδεμία πρόφασις ἱκανὴ πρὸς παραίτησιν. Ἐμοὶ δακρύειν ἐπέρχεται, ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις ἀγαθῶν σεαυτὸν ἀποκλείεις, ὡς μὴ ἰδεῖν τὰ ἀγαθὰ τῆς Ἱερουσαλὴμ τῆς ἐπουρανίου. Ἐκεῖ ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Ἐκείνοις σεαυτὸν ἐπιθύμησον συναριθμηθῆναι, ἀπολουσάμενος καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
https://wra9.blogspot.com/2022/01/blog-post_12.html