ΠΘ΄
Στὴν ἀρρώστια
Αγίου Γρηγορίου του Θεολόγου
Ὑπῆρχα τότε ποὺ ἀνθοῦσα· τώρα εἶμαι ἄχλοος.
Οὔτε πρῶτα ψήλωσα οὔτε τώρα ἔχω καταπέσει.
Τὸ ν᾽ ἀνθεῖς καὶ ν᾽ ἀπανθεῖς εἶναι διαφορετικά, ἐγὼ ὁ ἴδιος.
Κέρδος μου τοῦτο εἶναι ἀπ᾽ τοὺς γιατρούς,
νὰ μὴ θεωρῶ τίποτα, Χριστέ μου, ἀνώτερο ἀπὸ ἐσένα· ἀπὸ ἐσένα ἔρχονται ὅλα καὶ ἡ δύναμη τῶν φαρμάκων.
Νά, τὸ θερμὸ λουτρό. Ἔχω τὴν κολυμπήθρα.
Ἀλλὰ ποῦ εἶναι ὁ ἄγγελος; Ἔλα, ἑτοίμασε τὸ νερό.
Ἂν ὄχι, ἐσύ, Κύριε, πὲς καὶ θὰ στηλωθῶ.
Εἶμαι τραυματισμένος· ἔχω ἕνα ἀγκάθι νὰ φοβοῦμαι τὸ Θεό.
Ξέρω ὅτι εὐεργετήθηκα. Ἀλλὰ σταμάτα τὴν ἀρρώστια.
Ἂν ἐσὺ δὲ θέλεις, δῶσε μου καρτερία νὰ τὴν ὑποφέρω.
Εἶμαι, Χριστέ μου, σ᾽ ἀμηχανία, τί νὰ κάνω;
Εἶσαι κριτής, ναί, δίκαιος ἀλλὰ καὶ πράος.
Ποῦ εἶναι ἡ καλοσύνη σου ἢ ἐμένα μόνο λησμόνησες;
Μὲ πέταξε κάτω, συντρίβοντάς μὲ ὁ Σατανὰς
κι ἐσὺ μὲ παρέδωσες στὸ κακό. Γιὰ ποιό λόγο;
Δὲν ἐλπίζομε πὼς θὰ πατήσομε ἐπάνω σὲ σκορπιούς;
Γιατί αὐτά, Χριστέ μου; Ντρέπομαι τοὺς κακοὺς
μὰ καὶ τοὺς ἄριστους, ποὺ δὲν σταματοῦν τὰ δεινά μου· οἱ κακοὶ γελοῦνε, οἱ ἄριστοι δὲν ἔχουν ἐλπίδες.
Κάθε μέρα πεθαίνω κι ἐγκαταλείπω τὴ ζωή.
Ἂν πεθαίνω δίκαια ἐπειδὴ εἶμαι κακός, ποῦ εἶναι ἡ καλοσύνη σου;
Ἂν πεθαίνω ἄδικα, ποῦ εἶναι ἡ δίκαιη κρίση σου;
Ἔχω γίνει στόχος ὅλων καὶ δέχομαι βέλη.
Ἂς σταματήσει τέλος γιὰ μένα ὁ φθόνος, ἂς σταματήσει τέλος.
Τὰ χρόνια, ἡ ἀρρώστια μ᾽ ἐξάντλησαν, οἱ κακοὶ φίλοι.
Μήπως δὲ θέλεις; Ἔρχομαι σ᾽ ἐσένα, τὸ χέρι σου δῶσε.
Χάνομαι, ἀλίμονο, ἀπὸ τὶς συμφορὲς χάνομαι γιὰ σένα.
Γιατὶ ἐσὺ εἶσαι ὁ Θεός μου. Διάλυσε σὺ τὸ ζόφο τῶν κακῶν γιὰ ἕνα νεκρὸ ποὺ λίγο πνέει ἢ κόψε τὴ θλιβερὴ ζωή του.
Γιατί μοχθῶ ἐδῶ περικυκλωμένος ἀπὸ συμφορὲς
τοῦ φθόνου παιγνίδι, τῶν πολλῶν περιγέλασμα;
Γι᾽ ἄλλους εἶναι τὰ ὡραῖα τῆς ζωῆς, γιὰ μένα ὁ θάνατος.
Μὲ καλεῖς, ναί. Τρέχω σ᾽ ἐσένα. Ἀλλὰ φοβοῦμαι
τὴ φωτιά, τὸ χάσμα, τὴν κάψα τοῦ πλούσιου.
Ποιός θὰ μὲ πάρει νὰ μὲ πάει στὸν κόρφο τοῦ Ἀβραάμ;
Αὐτὸ ἐλπίζω, γιατὶ πολλὰ ὑπέφερα στὴ ζωή μου.
Ἂν μ᾽ ἐλευθερώσεις ἀπὸ δῶ, μπορῶ νὰ τὰ ὑποφέρω αὐτά.
Ἂν ὅμως δὲ μ᾽ ἐλευθερώσεις, ἀλίμονο καὶ στὴ ζωὴ καὶ στὸ θάνατο!
Τί μὲ κρατεῖς, ὦ δεσμώτη, ἐμένα τὸν ἐλεύθερο;
Μὲ καλεῖ ὁ Χριστός. Μεῖνε πεσμένος ἐδῶ.
Δέξου με, Σωτῆρα. Ἀλλὰ ὁ ἐξαγνισμός μου εἶναι λειψός.
ΠΘ΄. Εἰς τὴν νόσον.
Ἦν, ἦν, ὅτ’ ἤνθουν• ἀλλὰ νῦν εἰμ’ ἄχλοος·
Οὔτε πρὶν ἤρθην, οὔτε νῦν κατεστάλην.
Ἀνθεῖν, ἀπανθεῖν, ἄλλο· οὐκ ἄλλος δ’ ἐγώ.
Ἐξ ἰατρῶν πάρειμι τοῦτο κερδάνας,
Τὸ μή τι, Χριστὲ, σοῦ φέρειν ἀνώτερον,
Παρ’ οὗ τὰ πάντα, καὶ τὸ φαρμάκων σθένος.
Ἰδοὺ τὰ θερμά. Τὴν κολυμβήθραν ἔχω.
Ποῦ δ’ ἄγγελός μοι; δεῦρο, φαρμάσσοις ὕδωρ.
Εἰ δ’ οὒ, σὺ, Σῶτερ, εἰπὲ, καὶ παγήσομαι.
Πέπληγμ’· ἔχω τι κέντρον εἰς Θεοῦ φόβον.
Οἶδ’ εὖ πεπονθώς. Ἀλλ’ ἐπίσχες τὴν νόσον.
Εἰ δ’ οὐ φίλον σοι, δός γε καρτερῶς φέρειν.
Ἐξηπόρημαι, Χριστέ μου· καὶ τί δράσω;
Κριτὴς μὲν εἶ δίκαιος, ἀλλὰ καὶ πρᾶος.
Ποῦ σου τὸ χρηστόν; ἢ μόνοι λελήσμεθα;
Ἔῤῥιψεν, ἔῤῥιψέν με συγκόψας Σατάν.
Σὺ δ’ ἐκδέδωκας τῷ κακῷ· τίς αἰτία;
Οὐχὶ πάτησιν σκορπίων ἐλπίζομεν
Τί ταῦτα, Χριστέ; τοὺς κακοὺς αἰσχύνομαι,
Καὶ τοὺς ἀρίστους, οὐκ ἔχων στάσιν κακῶν·
Οἱ μὲν γελῶσι, τοῖς δ’ ὀλώλασ’ ἐλπίδες.
Καθ’ ἡμέραν θνήσκω τε, καὶ λείπω βίον.
Εἰ μὲν δικαίως, ὡς κακὸς, ποῦ χρηστότης;
Εἰ δ’ οὐ δικαίως, ποῦ ποτ’ ἔννομος κρίσις;
Σκοπὸς τέθειμαι πᾶσι, καὶ τοξεύομαι.
Στήτω ποθ’ ἡμῖν ὁ φθόνος, στήτω ποτέ.
Χρόνῳ, νόσῳ κέκμηκα, τοῖς φίλων κακοῖς.
Ἀλλ’ οὐ θέλεις; πρός σ’ ἔρχομαι. Δίδου χεῖρα.
Ὄλωλ’, ὄλωλα συμφοραῖς· σοὶ δ’ ὄλλυμαι.
Σὺ γὰρ Θεός μου. Σὺ ζόφον λύοις κακῶν
Νεκρῷ πνέοντι μικρὸν, ἢ λυπρὸν βίον.
Τί τῇδε μοχθῶ τοῖς κακοῖς ἐσφιγμένος,
Φθόνου πάλαισμα, καὶ γέλως τοῖς πλείοσσιν;
Ἄλλοις τὰ λαμπρὰ τοῦ βίου, λύσις δ’ ἐμοί.
Καλεῖς, καλεῖς με. Προστρέχω. Δέδοικα δὲ
Τὸ πῦρ, τὸ χάσμα, τὴν ζέσιν τοῦ πλουσίου.
Τίς Ἀβραὰμ δώσει με τοῖς κόλποις φέρων;
Ἦ πόλλ’ ἀνέτλην ἐν βίῳ· τάδ’ ἔλπομαι.
Εἴ μ’ αὐτόθεν λύσειας, οἰστά μοι τάδε.
εἰ δ’ οὐ λύσειας, φεῦ βίου! φεῦ ἐξόδου!
Τί με κρατεῖς, δεσμῶτα, τὸν ἐλεύθερον;
Χριστὸς καλεῖ με. Κεῖσο τῇδ’ ἐῤῥιμμένος.
Δέχου με, Σῶτερ. Πλὴν κάθαρσις ἐνδεής.
https://wra9.blogspot.com/2023/04/blog-post_97.html