Απόσπασμα από τον Μεγάλο Κανόνα.

«Ἴδετε, ἴδετε,
» ὅτι ἐγώ εἰμι Θεός,
» ὁ μάννα ἐπομβρήσας
» καὶ τὸ ὕδωρ ἐκ πέτρας
» πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
» τῇ μόνῃ δεξιᾷ
» καὶ τῇ ἰσχύι τῇ ἐμῇ.

Ἴδετε, ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός·
ἐνωτίζου, ψυχή μου,
τοῦ Κυρίου βοῶντος·
καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,
καὶ φοβοῦ ὡς δικαστὴν
καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης,
πολυαμάρτητε ψυχή;
εἰμὴ τῷ πρώτῳ Κάϊν,
καὶ τῷ Λάμεχ ἐκείνῳ,
λιθοκτονήσασα τὸ σῶμα κακουργίαις
καὶ κτείνασα τὸν νοῦν
ταῖς παραλόγοις ὁρμαῖς.

Πάντας τοὺς πρὸ νόμου
παραδραμοῦσα, ὦ ψυχή,
τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸν Ἐνὼς ἐμιμήσω,
οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε·
ἀλλ᾿ ὤφθης πενιχρὰ
τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας
τοὺς καταρράκτας τῆς ὀργῆς
τοῦ Θεοῦ σου, ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν,
ὡς γῆν, τὴν σάρκα καὶ τὰς πράξεις καὶ τὸν βίον·
καὶ ἔμεινας ἐκτὸς
τῆς σωστικῆς Κιβωτοῦ.

Ἄνδρα ἀπέκτεινα,
φησίν, εἰς μώλωπα ἐμοί,
καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα·
σὺ δὲ οὐ τρέμεις, ὦ ψυχή μου, ρυπωθεῖσα
τὴν σάρκα καὶ τὸν νοῦν
κατασπιλώσασα.

Ὢ πῶς ἐζήλωσα
Λάμεχ τὸν πρῴην φονευτήν,
τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον,
ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς,
ταῖς φιληδόνοις ὁρμαῖς!

Πύργον ἐσοφίσω
οἰκοδομῆσαι, ὦ ψυχή,
καὶ ὀχύρωμα πῆξαι
ταῖς σαῖς ἐπιθυμίαις,
εἰμὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν
τὰ μηχανήματά σου.

Τέτρωμαι, πέπληγμαι·
ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ
τὰ καταστίξαντά μου
τὴν ψυχὴν καὶ τὸ σῶμα·
ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις
βοῶσοι τὰς πληγὰς
τῶν αὐθαιρέτων μου παθῶν.

Ἔβρεξε Κύριος
παρὰ Κυρίου πῦρ ποτε,
ἀνομίαν ὀργῶσαν
πυρπολήσας Σοδόμων·
σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις, ψυχή,
συγκατακαίεσθαι πικρῶς.

Γνῶτε καὶ ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός,
ὁ ἐρευνῶν καρδίας
καὶ κολάζων ἐννοίας,
ἐλέγχων πράξεις καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανὸν
καὶ ταπεινὸν καὶ πτωχόν.

Δόξα.

Ἄναρχε, ἄκτιστε
Τριάς, ἀμέριστε Μονάς,
μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον·
σόν εἰμι πλάσμα· μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ῥῦσαι
τοῦ πυρὸς τῆς καταδίκης με.